Ancient Greek
Scholia in Olympionicarum carmen I., Line 0
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 0.Part insc_b
Not analysed yet
b. ἄλλως. γέγραπται ὁ ἐπινίκιος Ἱέρωνι τῷ Γέλωνος ἀδελφῷ νικήσαντι ἵππῳ κέλητι τὴν ος΄ Ὀλυμπιάδα, ἢ ὡς ἔνιοι ἅρματι. συνέβη δὲ αὐτὸν νικήσαντα καὶ τὴν οη΄ Ὀλυμπιάδα ἐν ταύτῃ τελευτῆσαι. τὸ δὲ ὄνομα τοῦ νικῶντος ἵππου Φερένικός ἐστιν. μέμνηται δὲ αὐτοῦ Βακχυλίδης γράφων οὕτως· ξανθότριχα μὲν Φερένικον Ἀλφεὸν παρ᾿ εὐρυδίναν πῶλον ἀελλοδρόμον νικήσαντα.