Ancient Greek
Scholia in Olympionicarum carmen I., Line 1
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 1.Part a
Not analysed yet
a. ἄριστον μὲν ὕδωρ: τρία ἐν ἀνθρώποις ὁ Πίνδαρος ἄριστα εἶναι λέγει· ἄριστον μὲν ὕδωρ εἰς τὸ ζῆν, οὗ ἄνευ βιοτεύειν ἀδύνατον· εἶτα χρυσὸν ἐν πλούτῳ τῶν ἄλλων χρημάτων ἐκπρέποντα καθάπερ ἐν νυκτὶ πῦρ· πρὸς δὲ δόξαν τὴν Ὀλυμπίασι νίκην.