Ancient Greek
1.Part a to 1.Part b
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 1.Part a-4-Part b
Not analysed yet
a. τὸ μὲν Ἀρχιλόχου μέλος: Ἀρχίλοχος ἐλθὼν εἰς Ὀλυμπίαν μέλος ἐποίησεν εἰς Ἡρακλέα ἔχον οὕτως (fr. 119)· τήνελλα καλλίνικε χαῖρε ἄναξ Ἡράκλεις, αὐτός τε καὶ Ἰόλαος, αἰχμητὰ δύο. b. τὸ ἑξῆς τοῦ λόγου· τὸ μὲν Ἀρχιλόχου μέλος τὸ φωνᾶεν ἐν τῇ Ὀλυμπίᾳ ἤρκεσεν ἡγεμονεῦσαι παρὰ τὸν Κρόνιον λόφον κωμάζοντι Ἐφαρμόστῳ.