Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 0
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 0.Part metr-7
Not analysed yet
Ἐφαμρόστῳ Ὀπουντίῳ παλαιστῇ. Τοῦ θ΄ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ις΄. τὸ α΄ ἀναπαιστικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ β΄ ἰωνικὸν δίμετρον καταληκτικὸν εἰς τροχαϊκὴν συζυγίαν. τὸ γ΄ Φαλαίκειον ἀντισπαστικόν. τὸ δ΄ Γλυκώνειον, οἷόν ἐστιν ἀντισπαστικόν. τὸ ε΄ ἰαμβικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ ς΄ ὅμοιον τῷ δ΄. τὸ ζ΄ ἰωνικὸν δίμετρον βραχυκατάληκτον. τὸ η΄ ὅμοιον τῷ δ΄ καὶ ς΄. τὸ θ΄ ὅμοιον τῷ ζ΄. τὸ ι΄ περιοδικὸν, ἐπίτριτος τροχαῖος. τὸ ια΄ ὅμοιον τῷ ζ΄ καὶ τῷ θ΄. τὸ ιβ΄ Γλυκώνειον. τὸ ιγ΄ ὅμοιον τῷ ζ΄ καὶ θ΄ καὶ ια΄. τὸ ιδ΄ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ ιε΄ ἐπιωνικὸν ἄτακτον, β΄ σπονδεῖον ἔχον. τὸ ις΄ ἐπιωνικὸν καθαρὸν δίμετρον ἀκατάληκτον. ἡ δὲ ἐπῳδὸς κώλων ι΄. τὸ α΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ β΄ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ γ΄ ἀναπαιστικὸν δίμετρον καταλῆγον μιᾷ συλλαβῇ. τὸ δ΄ ἰωνικὸν καταλῆγον εἰς τροχαϊκὴν συζυγίαν δίμετρον ὑπερκατάληκτον. τὸ ε΄ δακτυλικὸν ἑφθημιμερές. τὸ ς΄ προσοδιακὸν τρίμετρον καταληκτικόν· α΄ ἰωνικὸς ἀπὸ μείζονος, β΄ χορίαμβος, γ΄ ἰωνικὸς ἀπ᾿ ἐλάσσονος. τὸ ζ΄ τρίμετρον ἐπιωνικὸν βραχυκατάλητον. τὸ η΄ διπλοῦς τροχαῖος καὶ διπλοῦς ἴαμβος. τὸ θ΄ ἰωνικὸν δίμετρον βραχυκατάληκτον ἀδιάφορον κατὰ τὴν ἄρχουσαν. τὸ ι΄ ἀντισπαστικὸν ἐννεασύλλαβον Σαπφικὸν πλεονάζον τοῦ Γλυκωνείου μιᾷ συλλαβῇ.