Ancient Greek
1.Part d to 1.Part e
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 1.Part d-2-Part e
Not analysed yet
d. τριπλόον δὲ διὰ τοῦτο εἶπεν, ἐπειδὴ τρὶς ἐλέγετο τοῦτο τὸ κομμάτιον τοῖς νικῶσι. κωμάζει δὲ πρὸς τὸν τοῦ Διὸς βωμὸν ὁ νικήσας μετὰ τῶν φίλων, αὐτὸς τῆς ᾠδῆς ἐξηγούμενος. e. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὁ μὲν τοῦ Ἀρχιλόχου πεποιημένος ὕμνος ἐδυνάστευσε ῥηθῆναι κατὰ τοῦτον τὸν ἀγῶνα· ὁ δὲ ὑπ᾿ ἐμοῦ γενόμενος ῥηθήσεται.