Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 1
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 1.Part f-2
Not analysed yet
f. τὸ μὲν Ἀρχιλόχου μέλος: ὁ Ἀρχίλοχος πρὸ τούτων τῶν λυρικῶν γενόμενος, θελήσας ὕμνον ἀναβαλέσθαι εἰς Ἡρακλέα ἐν τῇ Ὀλυμπίᾳ, ἀπορήσας κιθαρῳδοῦ διά τινος λέξεως μιμήσασθαι τὸν ῥυθμὸν καὶ τὸν ἦχον τῆς κιθάρας ἐπεχείρησε. συντάξας οὖν τοῦτο τὸ τήνελλα οὕτω τὰ ἑξῆς ἀνεβάλλετο. καὶ αὐτὸς μὲν τὸν ἦχον τῆς κιθάρας ὑποκρινόμενος ἔλεγεν ἐν μέσῳ τὸ τήνελλα καὶ τὰ ἐπίλοιπα, οἷον καλλίνικε χαῖρε ἄναξ Ἡράκλεις, καὶ εἴ τι ἕτερον, οἷον αὐτός τε καὶ Ἰόλαος, αἰχμητὰ δύο, τήνελλα. τὸ λοιπὸν οἱ ἀποροῦντες κιθαρῳδοῦ τούτῳ τῷ κόμματι ἐχρῶντο, τρὶς αὐτὸ ἐπιφωνοῦντες. κεκράτηκεν οὖν ἐπὶ πάντων νικηφόρων παρ᾿ αὐτὸν τὸν καιρὸν τῆς νίκης ἐπᾴδεσθαι τὸ κόμμα. καὶ τοίνυν ἐπὶ τοῦ Ἐφαρμόστου νικήσαντος τοῦτο ἐλέχθη.