Ancient Greek
Scholia in Olympionicarum carmen III., Line 10
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 10-2
Not analysed yet
a. ἐπεὶ χαίταισι μέν: ἐπειδὴ ἐν ταῖς χαίταις τῶν ἵππων ἐπιζευχθέντες οἱ στέφανοι ἀπαιτοῦσί με τὸν ὕμνον αὐτοῖς προσφωνῆσαι, ὅ ἐστιν ἀγλαόκωμον χρέος. ἐκώμαζον γὰρ ὑμνοῦντες τὴν νίκην. b. τινὲς δὲ χαίταις οὐ τῶν ἵππων, ἀλλὰ τῶν μελλόντων στέλλειν τὸν κῶμον. c. ἀγλαόκωμον ἐπεὶ χαίταισι: χαίταις οὐ ταῖς τῶν ἵππων διὰ τὸ νικᾶν, ἀλλὰ ταῖς τῶν μελλόντων στέλλειν τὸν κῶμον ὃν ἔμελλον ᾄδειν. ἐκώμαζον γὰρ ὑμνοῦντες τὴν νίκην. καὶ οὐκ ἀπιθάνως στοχάζονται, ὅτι ἴσως εἰς Διοσκούριον ὁ κῶμος ἤγετο καὶ ἡ πομπὴ διὰ τὴν πρὸς τοὺς Διοσκούρους τοῦ Θήρωνος οἰκειότητα.