Ancient Greek
Scholia in Olympionicarum carmen III., Line 11
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 11.Part a
Not analysed yet
ζευχθέντες ἔπι στέφανοι: ζευχθέντες γὰρ οἱ στέφανοι ταῖς τῶν ἵππων θριξὶν ἀπαιτοῦσί με τὸν θεοκατασκεύαστον ὕμνον τὸν ἐκ Μουσῶν, ὥστε πρὸς τὴν ποικιλόφωνον κιθάραν καὶ τὴν ἡδεῖαν τῶν αὐλῶν ἠχὴν τοὺς ἐμοὺς εὐπρεπῶς ἁρμόσαι λόγους εἰς χάριν τοῦ Αἰνησιδάμου παιδὸς Θήρωνος. σύμψαλμα δὲ τὸ γινόμενον.