Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 101
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 101.Part x-2
Not analysed yet
ἀφίκοντο δέ οἱ ξένοι: διαβοήτου δὲ τῆς τοῦ Ὀποῦντος ἀρετῆς τυγχανούσης πανταχόθεν τὰς ἰδίας αὐτῶν πατρίδας οἱ περίοικοι καταλελοιπότες πρὸς αὐτὸν ἔσπευδον. παρεγένοντο μὲν οὖν μέτοικοι πρὸς αὐτὸν ἀπό τε τοῦ Ἄργους καὶ Θηβῶν, καὶ οἱ μὲν ἐξ Ἀρκαδίας, οἱ δὲ Πισᾶται.