Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 104
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 104-2
Not analysed yet
a. υἱὸν δ᾿ Ἄκτορος: τὸν Μενοίτιον. τοῦτον δέ φησιν Ἄκτορος καὶ Αἰγίνης· ὃς [οὐκ] ἐκ Θεσσαλίας μετῴκησεν εἰς Ὀποῦντα. Πυθαίνετος δὲ (FHG IV, 487) Διὶ συνελθοῦσαν Αἴγιναν γεννῆσαι Αἰακὸν καὶ Δαμοκράτειαν, ἣν γαμηθῆναι Ἄκτορι ἐν Θετταλίᾳ καὶ τεκεῖν Μενοίτιον· ὕστερον δὲ τοῦτον εἰς Ὀποῦντα . . . . · συγγενὴς γὰρ ὑπῆρχε τοῦ Λοκροῦ. b. υἱὸν δ᾿ Ἄκτορος: τὸν Μενοίτιον λέγει τὸν Πατρόκλου πατέρα. c. ὑπὲρ πάντας τοὺς ἐνοικοῦντας ξένους ἐτίμησε τὸν Ἄκτορος παῖδα, τὸν ἐξ Αἰγίνης μητρὸς Μενοίτιον. |Αἴγινα δὲ μήτηρ Αἰακοῦ, θυγάτηρ δὲ αὕτη γίνεται Ἀσωποῦ τοῦ ἐν Θήβαις ποταμοῦ. d. ἀφίκοντο δέ οἱ ξένοι συνοικήσοντες αὐτῷ.