Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 106
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 106-4
Not analysed yet
a. Αἰγίνας τε Μενοίτιον: Αἴγινα μετὰ τὸ τεκεῖν τὸν Αἰακὸν ἦλθεν εἰς Θεσσαλίαν καὶ ἐγαμήθη Ἄκτορι, ἐξ οὗ ἔσχε Μενοίτιον, ὃς ἐπῴκησε τὴν Ὀποῦντα ἀναστὰς ἀπὸ Θεσσαλίας. b. τινὲς ἐκ Δαμοκρατείας τῆς Αἰγίνης καὶ Ἄκτορός φασι τὸν Μενοίτιον· ὁ δὲ Πάτροκλος Μενοιτίου ἦν καὶ Σθενέλης.