Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 107
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 107-2
Not analysed yet
a. τοῦ παῖς: τοῦ Μενοιτίου παῖς ὁ Πάτροκλος ἀπὸ Σθενέλης. καὶ Μυρμιδόνα δὲ αὐτόν φησιν [αὐτὸν] Ὅμηρος (Σ 10)· Μυρμιδόνων τὸν ἄριστον. b. ὁ δὲ νοῦς· τούτου οὖν [φησι] τοῦ Μενοιτίου παῖς συστρατεύσας τοῖς Ἀτρέως παισὶν εἰς Μυσίαν κατήντησε, καὶ τῶν ἄλλων Ἑλλήνων εἰς φυγὴν τραπέντων μόνος αὐτὸς Ἀχιλλεῖ συμπαρέστη, ἡνίκα τοὺς γενναιοτάτους Ἕλληνας τρέψας καὶ νικήσας μέχρι τῶν νεῶν καὶ τοῦ πελάγους συνήλασεν ὁ Τήλεφος.