Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 108
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 108-2
Not analysed yet
a. Τεύθραντος: τὴν Μυσίαν λέγει. βασιλεὺς γάρ τις τῶν ἐκεῖσε Τεύθρας γενόμενος ἀφ᾿ ἑαυτοῦ ὠνόμασε τὴν ἀληθείᾳ Αὔγης ἦν καὶ Ἡρακλέους ὁ Τήλεφος. b. Τεύθραντος πεδίον τὴν Μυσίαν λέγει. ὁ γὰρ Τεύθρας ἐβασίλευσε τῆς Μυσίας. ὅτε δὲ οἱ Ἕλληνες εἰς τὴν Μυσίαν παρεγένοντο κἀκεῖ νομίσαντες εἶναι τὴν Ἴλιον ἐπολέμουν τοῖς Μυσοῖς, ὁ Τήλεφος πάντας εἰς φυγὴν ἐτρέψατο καὶ μέχρι τῶν νεῶν ἤλασε πλὴν Ἀχιλλέως καὶ Πατρόκλου. διὰ τοῦτο· [οὖν] μέμνηται τοῦ γένους τούτου ὡς ἀνδρείου.