Ancient Greek
Scholia in Olympionicarum carmen VIII., Line 115
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 115-3
Not analysed yet
a. ἀλλ᾿ ἀπήμαντον: ἀλλ᾿ ἵνα ἀβλαβῆ τὸν βίον αὐτῶν διάγων ὁ Ζεὺς καὶ φυλάττων, αὐτοὺς ἐπαίροι εἰς δόξαν καὶ τὴν πατρίδα αὐτῶν Αἴγιναν. b. ἀπήμαντον: ὁ Ζεὺς ἐπάγων ἀπήμαντον βίον αὐτούς τε αὔξοι καὶ τὴν Αἴγιναν. Τέλος Ἀλκιμέδοντος.