Ancient Greek
Scholia in Olympionicarum carmen I., Line 131
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 131.Part a
Not analysed yet
a. θανεῖν δ᾿ οἷς ἀνάγκα: ἐν δὲ τοῖς ἀνθρώποις, οἷς ἐξ ἀνάγκης τὸ θανεῖν, διὰ τί δή τις ἄδοξον τὸ γῆρας ἐν ἀφανείᾳ καὶ ἀδοξίᾳ καθεζόμενος τήκει καὶ καταναλίσκει μάτην, πάντων τῶν καλῶν |ἀμέτοχος ὑπάρχων; b. ἄλλως· οἷς ἀποθανεῖν ἀνάγκη, τί καί τις καθεζόμενος ὑπὸ τοῦ ἀνωνύμου γήρως ἕψοιτο; τὸ δὲ ἐν σκότῳ καθήμενος, ἀντὶ τοῦ ἀκινησίᾳ καὶ ἀκλείᾳ καθεστώς.