Ancient Greek
131.Part b to 131.Part e
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 131.Part b-Part e
Not analysed yet
c. ἄλλως· εἰ δεῖ ἀποθανεῖν τὸν ἄνθρωπον, ἄξιον αὐτὸν γενναίως ἢ ἀγεννῶς βιώσαντα τελευτᾶν. d. ἕψοι δὲ, ἀντὶ τοῦ ἕψοιτο· οὐ γὰρ ἕψει τις τὸ γῆρας, ἀλλ᾿ ἕψεται ὑπ᾿ αὐτοῦ. e. ἀνώνυμον δὲ, τὸ ἐν ἀπραξίᾳ καὶ ἀκλεὲς ὑπάρχον. f. ἄλλως· ἐπειδὴ πρόκειται τὸ ἀποθανεῖν, διὰ τί μὴ μετὰ δόξης τελευτῶμεν, γενναῖόν τι τολμῶντες;