Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 132
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 132-2
Not analysed yet
a. τέκεν ἑπτά: Ἡλίου καὶ Ῥόδης (οὕτω γὰρ αὐτὴν Ἑλλάνικος καλεῖ) ἑπτὰ γίνονται παῖδες· Ὄχιμος, Κέρκαφος, Ἀκτὶς, Μάκαρος, Κάνδαλος, Τριόπης, Φαέθων ὁ νεώτερος, ὃν οἱ κατὰ τὴν νῆσον Τενάγην καλοῦσι. περὶ δὲ τῶν ὀνομάτων αὐτῶν διαφωνοῦσι· πάντες δὲ ἑπτά φασιν αὐτούς. b. τέκεν ἑπτὰ σοφώτατα νοήματα: τουτέστι σοφωτάτους γενομένους. |ὁ γὰρ λέγων ὅτι Δημοσθένης ῥήτωρ ἐγένετο σοφώτατα νοήματα τῶν προτέρων ἀνδρῶν παραδεξάμενος, μηνύει ὅτι ῥήτωρ ἄριστος ἐγένετο. c. σοφώτατα νοήματα: οἷον σοφωτάτους. d. τὸ δὲ ἑξῆς· τέκεν ἑπτὰ παῖδας ἐπὶ τῶν προτέρων ἀνδρῶν παραδεξαμένους σοφὸν νόημα. e. τῶν ἑπτὰ τῶν προειρημένων εἷς ὁ Κέρκαφος ἐκ Κυδίππης τῆς Ὀχίμου τοῦ ἀδελφοῦ ὑπὸ Πινδάρου ἱστορεῖται πεποιηκέναι τρεῖς παῖδας, Λίνδον καὶ Ἰηλυσὸν καὶ Κάμιρον, οἳ οὔκ εἰσιν Ἡλίου υἱοὶ, ἀλλ᾿ υἱωνοί [ἤγουν υἱῶν υἱοί].