Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 135
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 135.Part x-2
Not analysed yet
ὧν εἷς μέν: ὧν, τούτων τῶν ἑπτὰ παίδων, εἷς, ὁ Κέρκαφος, ἐκ Κυδίππης τῆς Ὀχίμου θυγατρὸς ἐγέννησε τρεῖς υἱοὺς, ὧν τὰ ὀνόματα [ὁ Πίνδαρος] ἐξέθετο· Κάμειρον· Λίνδον· Ἰηλυσόν [τῶν δύο πρεσβύτερον]· |ὡς εἶναι τούτους υἱωνοὺς καὶ οὐ παῖδας Ἡλίου.