Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 138
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 138-2
Not analysed yet
a. (τρίχα:) τριχῶς. b. τριχθὰ δασσάμενοι: διαδασάμενοι τριχῇ τὴν γῆν τὴν πατρῴαν καὶ τὴν μοῖραν τῶν ἄστεων. c. δασσάμενοι πατρῴαν ἄστεων μοῖραν: χωρὶς καὶ ἰδίᾳ ἕκαστος διαδασάμενοι καὶ διαμερισάμενοι. d. ὁ δὲ νοῦς· τούτων δὲ ἕκαστος κεχωρισμένως καὶ κατ᾿ ἰδίαν ἔχει πόλιν ὁμώνυμον· τὴν γὰρ πατρῴαν, αὐτὴν τὴν νῆσον, εἰς τρεῖς νειμάμενοι διεμερίσαντο, καὶ οὕτως ἐπωνόμασαν τὰς ἕδρας καὶ τὰς πόλεις· ὁμώνυμοι γάρ εἰσιν.