Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 143
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 143-2
Not analysed yet
a. τὰ δὲ Παρρασίῳ στρατῷ: Κλεοφάνης ἐν τῷ περὶ ἀγώνων (FHG IV, 366). τῷ Ἀρκαδικῷ, ὡς ἐν Ἀρκαδίᾳ τὰ Λύκαια νενικηκότος. ἐν τῇ Ἀρκαδίᾳ γὰρ ἤγοντο τῷ Διὶ τὰ Λύκαια. b. τὰ δὲ Παρρασίῳ στρατῷ: ἐν τῷ δήμῳ τῆς Ἀρκαδίας. Παρρασία δὲ μέρος Ἀρκαδίας, ἔνθα τελεῖται Λυκαίου Διὸς ἀγών. c. τὰ δὲ ἔργα αὐτοῦ τὰ ἐν τῷ ἀγῶνι τοῦ Λυκαίου Διὸς κατὰ τὴν Παρρασίαν τῆς Ἀρκαδίας ὅπως αὐτὸν ἔδειξε θαύματος ἄξιον.