Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 146
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 146-3
Not analysed yet
a. κρίσις ἀμφ᾿ ἀέθλοις· κρίσιν εἶπε τὸν ἀγῶνα τῶν Ἡλιείων, ὃν τιθέασιν οἱ Ῥόδιοι. ἐψεύσατο δὲ ὁ Πίνδαρος· οὐ γὰρ Τληπολέμῳ, τῷ δὲ Ἡλίῳ τιθέασι τὸν ἀγῶνα. διὸ καὶ ἡλιορόδιον τὸν ἀγῶνα. b. ἀμφ᾿ ἀέθλοις· τὸν ἀγῶνα τῶν Ῥοδίων ὃν τιθέασιν οἱ Ῥόδιοι Τληπολέμῳ. καὶ τοῦτο δὲ ψεύδεται ὁ Πίνδαρος· οὐ γὰρ Τληπολέμῳ ὁ ἀγὼν ἐπιτελεῖται· οὐ γὰρ Ἡλίῳ, ὡς Ἴστρος (FHG I, 427) φησὶν ἐν τῇ περὶ τῶν Ἡλίου ἀγώνων· Ῥόδιοι τιθέασιν Ἡλίου ἐν Ῥόδῳ γυμνικόν τε στεφανίτην· ἐν γὰρ Ῥόδῳ ἄγεται τὰ Τληπολέμια.