Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 147
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 147-3
Not analysed yet
a. τῶν ἄνθεσι: ἐκ τῶν τιμώντων Τληπολεμίων ἐν Ἰσθμῷ εἰς τὰ Τληπολέμια οὗτος ἐνίκησε τετράκις εὐτυχέων. b. τῶν ἄνθεσι Διαγόρας: τῶν παρὰ Ῥοδίοις ἄθλων. c. ἄνθεσι δὲ τοῖς στεφάνοις. τελεῖται γὰρ αὐτόθι ἀγὼν Τληπολέμειος ἐπικαλούμενος. ἐγκωμιαστικῶς δὲ ὁ Πίνδαρος τὸν ἀγῶνα, Ἡλίῳ τελούμενον, εἰς τὸν Τληπόλεμον μετήγαγε. τελεῖται δὲ μηνὸς Γορπιαίου εἰκοστῇ τετάρτῃ ἡμέρᾳ. ἀπέχει δὲ τῶν Νεμέων ἡμέρας ἕξ. ἀγωνίζονται δὲ παῖδες καὶ ἄνδρες. ὁ δὲ στέφανος λεύκη δίδοται.