Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 148
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 148.Part x-2
Not analysed yet
Ἀοῦς τε παῖδ᾿ Αἰθίοπα: τὸν Μέμνονα, τὸν Τιθωνοῦ τοῦ Λαομέδοντος καὶ Ἡμέρας. ταῦτα δὲ λέγουσιν οἱ τὰ μεθ᾿ Ὅμηρον γράψαντες. οὕτω· Τιθωνῷ γίνονται ἐξ Ἡμέρας παῖδες δύο, Μέμνων καὶ Ἠμαθίων. καὶ Μέμνων μὲν ἀνῃρέθη ὑπ᾿ Ἀχιλλέως, Ἠμαθίων δὲ ὑπὸ Ἡρακλέος κατὰ τὴν ἀπέλασιν τῶν Γηρυόνου βοῶν.