Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 150
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 150-2
Not analysed yet
a. ὠκέα βέλη: ἀλληγορεῖ ἀπὸ τῶν τόξων μεταφέρων ἐπὶ τὰ ποιήματα· φαρέτρα μὲν γὰρ ἡ διάνοια, βέλη δὲ οἱ λόγοι. b. Σκυθικὰ δὲ βέλη τὰ ποιήματα λέγει· εἰώθασι γὰρ οἱ Σκύθαι ὑπὸ τὸν ἀγκῶνα τὰ βέλη βαστάζειν, οἱ δὲ ἐκεῖ Κρῆτες κατὰ τῶν ὤμων. c. ὠκέα βέλη: τροπικὸς ὁ λόγος· βέλη δὲ τοὺς λόγους εἴρηκε διὰ τὸ ὀξὺ καὶ καίριον τῶν ἐγκωμίων· φαρέτρας δὲ, τῆς διανοίας. τὸ δὲ ὑπ᾿ ἀγκῶνος ὡς πρὸς τὸ φαρέτρας ἀκουστέον. οὕτω καὶ ὁ βουκόλος (17, 30) ὑπωλένιόν τε φαρέτρην λέγει. d. ἄλλως· πολλά μοι ὑπ᾿ ἀγκῶνος: ἀντὶ τοῦ πολλὰ λέγειν ἔχω. βέλη δὲ εἴρηκε τὰ ποιήματα.