Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 15
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 15.Part a
Not analysed yet
a. καμόντες: ἀναστροφή ἐστιν ἐπὶ τοῦ καμόντες οἱ πολλὰ θυμῷ, κατὰ τὸ ἄρθρον τὸ οἱ· ἵνα ἀναστρέψωμεν καὶ προτάξωμεν· οἱ πολλὰ θυμῷ . . . οἱ πρόγονοι τοῦ Θήρωνος ἔσχον τὴν Ἀκράγαντα· οἴκημα γὰρ ποταμοῦ . . . τοῦ Ἀκράγαντος καὶ τὴν πόλιν ὁμοίως καλεῖσθαι. οἱ δὲ Ἀκραγαντῖνοι Γελῴων εἰσὶν ἄποικοι· ὥστε τὸ πατέρων ἄωτον λέγει ἐπὶ τῶν Θήρωνος προγόνων, οἳ οὐχ ἁπλῶς εἰς τὴν Γέλαν μετῆραν, ἀλλὰ εὐθὺς ἀπὸ Ῥόδου εἰς τὴν Ἀκράγαντα. καὶ τοῦτο ἐξ αὐτοῦ Πινδάρου σαφηνίζεται, ὡς καὶ Τίμαιός (FHG I, 214) φησι.