Ancient Greek
15.Part b to 15.Part c
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 15.Part b-Part c
Not analysed yet
b. καμόντες οἳ πολλὰ θυμῷ: οἱ πατέρες, φησὶ, οἱ τοῦ Θήρωνος. Ῥόδιοι γὰρ ὄντες ἄνωθεν, καὶ στάσιν ἐμφύλιον ἀποφεύγοντες μετῴκησαν τὴν Σικελίαν, καὶ αὐτόθι πρός τινας βαρβάρους πολεμήσαντες ἔκτισαν τὴν πόλιν. c. καμόντες οἳ πολλὰ: ὁ λόγος καθολικὸς ἐπὶ τῶν προγόνων τοῦ Θήρωνος, οἳ πρῶτον μὲν ἦλθον εἰς Γέλαν, κἀκεῖθεν εἰς Ἀκράγαντα. |οὐ γὰρ λέγει ὁ Πίνδαρος ὅτι καμόντες τὴν Ἀκράγαντα ἔκτισαν, ἀλλ᾿ ὅτι καθόλου καμόντες πολλὰ τοῦ Θήρωνος οἱ πρόγονοι ἔσχον τὴν Ἀκράγαντα.