Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 152
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 152-2
Not analysed yet
a. ὅ τ᾿ ἐν Ἄργει χαλκός: τὰ Ἥραια, ἃ καὶ Ἑκατόμβαια λέγεται διὰ τὸ πλῆθος τῶν θυομένων βοῶν. λαμβάνουσι δὲ ἐντεῦθεν οὐκ ἀργὸν χαλκὸν, ἀλλὰ τρίποδας καὶ λέβητας καὶ ἀσπίδας καὶ κρατῆρας. b. ἔγνω νιν: ἐγνώρισε δὲ αὐτὸν καὶ ὁ ἐν τῷ Ἄργει διδόμενος χαλκὸς ἆθλον τῷ νικήσαντι. c. τελεῖται δὲ κατὰ τὸ Ἄργος τὰ Ἥραια ἢ τὰ Ἑκατόμβαια διὰ τὸ ἑκατὸν βοῦς θύεσθαι τῇ θεῷ. τὸ δὲ ἆθλον, ἀσπὶς χαλκῆ· οἱ δὲ στέφανοι ἐκ μυρσίνης. d. ἄλλως· ἐν Ἄργει, ἐν τῷ Ἑκατομβαίων ἀγῶνι, χαλκὸς τὸ ἆθλον δίδοται, ὅτι Ἀρχῖνος Ἀργείων γενόμενος βασιλεὺς, ὃς καὶ ἀγῶνα πρῶτος συνεστήσατο, ταχθεὶς ἐπὶ τῆς τῶν ὅπλων κατασκευῆς, ἀπὸ τούτων καὶ τὴν τῶν ὅπλων δόσιν ἐποιήσατο. |Ἑκατόμβαια δὲ ὁ ἀγὼν λέγεται ὅτι πομπῆς μεγάλης προηγοῦνται ἑκατὸν βόες, οὓς νόμος κρεανομεῖσθαι πᾶσι τοῖς πολίταις. e. τὸ δὲ σημεῖον ὅτι Ἑκατόμβαια λέγει τὰ ἐν Ἄργει νενικηκέναι τὸν Διαγόραν.