Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 153
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 153-3
Not analysed yet
a. τά τ᾿ ἐν Ἀρκαδίᾳ: ἐν Ἀρκαδίᾳ πολλοὶ ἀγῶνες ἄγονται· Λύκαια· Κόρεια· Ἕρμαια. b. τά τ᾿ ἐν Ἀρκαδίᾳ: ἀπὸ κοινοῦ τὸ ἔγνω νιν· ἐγνώρισε δὲ αὐτὸν νικῶντα καὶ τὰ ἐν Ἀρκαδίᾳ ἆθλα. τελεῖται δὲ ἐν Ἀρκαδίᾳ τὰ Λύκαια ἀνακείμενα τῷ Λυκαίῳ Διί. c. τὰ δὲ ἔργα τινὲς οὕτως ἀκούουσιν· ἐπειδὴ οἱ αὐτόθι νικῶντες σκεύεσι τιμῶνται. d. ἄλλως· Πολέμων (FHG III, 123) ἐν τῷ περὶ τῶν Θήβησιν Ἡρακλείων φησὶ χαλκὸν τὸ ἆθλον εἶναι τοῖς ἐν Ἀρκαδίᾳ Λυκαίοις· ὥστε ἀπὸ κοινοῦ τὰ ἔργα καὶ τὸν χαλκὸν ληπτέον, ὅταν φησὶν ὁ Πίνδαρος· ὅ τ᾿ ἐν Ἄργει χαλκὸς ἔγνω νιν τά τε ἐν Ἀρκαδίᾳ ἔργα καὶ Θήβαις. δίδοται γὰρ ἐν ταύταις τρίπους χαλκοῦς. e. πολλοὶ δὲ ἄγονται ἀγῶνες ἐν Ἀρκαδίᾳ· Λύκαια· Κόρεια· Ἀλέαια. |ἐν δὲ Θήβαις τὰ Ἡράκλεια· τὰ δὲ αὐτὰ καὶ Ἰολάεια καλεῖται. |ἐν δὲ Βοιωτίᾳ, ἐν μὲν Θεσπιαῖς Ἐρώτια, ἐν δὲ Λεβαδείᾳ τὰ καλούμενα Βασίλεια.