Ancient Greek
Scholia in Olympionicarum carmen VI., Line 154
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 154.Part b
Not analysed yet
b. . . . . παρὰ τοῖς Λακεδαιμονίοις. τινὲς δὲ δύο ἰσοπήχεις καὶ ἰσομήκεις· καὶ τούτων τὴν μίαν διδόασι τῷ ἁρμοστῇ, ὃν ἂν ἐκπέμπωσι πολιτικὴν χρείαν ἔχοντα, τὴν δὲ ἄλλην κατέχουσι· καὶ ὅταν δέῃ ἐπιστέλλειν ἀναγκαῖά τινα, ὑπὲρ τοῦ ἄγνωστα εἶναι τὰ ἐπιστελλόμενα τοῖς διακομίζουσιν ἑλίσσουσι παρ᾿ ἑαυτοῖς τὴν σκυτάλην δέρματι λευκῷ καὶ γράφουσι· ἔπειτα λύουσι καὶ διδόασι, μὴ φυλάττοντα τὴν λέξιν τῶν γεγραμμένων παρ᾿ ἑτέρῳ τινι ἢ παρ᾿ ἐκείνῳ, ὃς λαβὼν ἑλίσσει τὴν παρ᾿ ἑαυτῷ ῥάβδον καὶ οὕτως φανερῶν τῇ τάξει γενομένων μὴ νοεῖν τὰ γεγραμμένα.