Ancient Greek
154.Part c to 154.Part e
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 154.Part c-Part e
Not analysed yet
c. ἠυκόμων σκυτάλα Μοισᾶν: τῶν εὐκόμων Μουσῶν ἀξιόλογε [ἄγγελε καὶ] κῆρυξ. σκυτάλην γὰρ ἐκ τοῦ συμβεβηκότος λέγουσιν, ὡς καὶ Ἀρχίλοχος (fr. 86)· ἀχνυμένη σκυτάλη. d. ἡ δὲ σκυτάλη τοιοῦτόν ἐστι. Λάκωνες κήρυκας διαπεμπόμενοι ξύλον μελαίνοντες περιείλισσον λευκῷ ἱμάντι καὶ περιέγραφον τῷ τε ἱμάντι καὶ τῷ ξύλῳ· εἶτα ὑπέλυον, ὥστε τὴν ἀκολουθίαν τῆς γραφῆς μὴ σώζεσθαι, εἰ μὴ προστεθείη πάλιν ὁ ἱμάς· καὶ οὕτω διὰ μὲν ἑτέρου τὸν ἱμάντα, διὰ δὲ ἑτέρου τὸ ξύλον ἀπέστελλον. e. οἱ δὲ ὅτι ξύλον διαπρίοντες ἔνδον ἐπέγραφον καὶ οὕτως ἀπέστελλον.