Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 156
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 156-2
Not analysed yet
a. Πελλάνα τε: ἐν Πελλήνῃ τῇ Ἀχαϊκῇ ἐνίκησε. καλεῖται δὲ ὁ ἀγὼν Θεοξένια· ἐδίδοτο δὲ ἆθλον χλαῖνα. b. Πελλάνα τ᾿ Αἴγινά τε: πάλιν τὸ ἔγνω νιν· ἐγνώρισε δὲ τὸν Διαγόραν ἥ τε Πελλήνη καὶ ἡ Αἴγινα ἑξάκις νενικηκότα. c. τελεῖται δὲ ἐν μὲν Πελλήνῃ τῆς Ἀχαΐας ἀγὼν ὁ καλούμενος Θεοξένια· τινὲς δὲ, καὶ τὰ Ἕρμαια· τὸ δὲ ἆθλόν ἐστι χλαῖνα. ἐν δ᾿ Αἰγίνῃ τὰ Αἰάκεια· οἱ δὲ Οἰνώναια· ἀμφορίτης ἀγὼν, οὗ Καλλίμαχος μέμνηται ἐν τοῖς ἰάμβοις (fr. 80).