Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 154
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 154-3
Not analysed yet
a. καὶ Θήβαις: ἐν μὲν Θεσπιαῖς Ἐρώτια· ἐν ταῖς Πλαταιαῖς τὰ Ἐλευθέρια. ταῦτα Ἀριστόνικος· ὁ δὲ Δίδυμος Βασίλεια καὶ Ἀμφιάρεια καὶ Δήλια ἐπὶ Δηλίῳ καὶ Τροφώνεια ἐν Λεβαδείᾳ. b. ἀγῶνές τ᾿ ἔννομοι Βοιωτῶν: πάλιν ἀπὸ κοινοῦ τὸ ἔγνω νιν. c. τελοῦνται δὲ ἐν Βοιωτίᾳ διάφοροι ἀγῶνες· |ἐν μὲν Θεσπιαῖς τὰ Ἐρωτίδια· ἐν δὲ Πλαταιαῖς τὰ Ἐλευθέρια· ἐν δὲ Λεβαδείᾳ τὰ Τροφώνια· ἐν δὲ Ὠρωπῷ τὰ Ἀμφιάραια.