Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 17
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 17-4
Not analysed yet
a. πτερόεντα δ᾿ ἵει: ἄφιε τὸν γλυκὺν ὀιστὸν καὶ ἐπὶ τὴν Πυθίαν, φησὶ, τὸν ὕμνον ἀπὸ τῆς Ὀλυμπίας μεθιστάς. καὶ γὰρ ἐν Πυθίᾳ ἐνίκησε, λγ΄ Πυθιάδι. b. πτερόεντα δ᾿ ἵει γλυκὺν ὀιστόν: τροπικῶς τὸν ὕμνον. πάλιν δὲ ἢ πρὸς ἑαυτὸν ἢ πρὸς τὸν χορὸν λέγει. c. καὶ εἰς τὴν Πυθῶνα δὲ ἵει καὶ πρόπεμπε τὸν πτερόεντα ὀιστόν. πάλιν δὲ τῇ τροπῇ κέχρηται. παρακελεύεται δ᾿ ἑαυτὸν ἀπὸ τῆς Ὀλυμπίας βαλεῖν τοῖς τῶν ἐγκωμίων βέλεσι καὶ τὴν Πυθῶνα κατὰ σκοποῦ. ἐνίκησε δὲ ὁ Ἐφάρμοστος καὶ Ὀλύμπια, ὡς προεῖπον, καὶ Πύθια, ἑβδομηκοστῇ ὀγδόῃ Ὀλυμπιάδι. d. (ἵει:) πέμπε.