Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 18
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 18-4
Not analysed yet
a. Πυθῶνάδ᾿ ὀιστόν: ἀντὶ τοῦ καὶ τὴν Πυθῶνα ὕμνει. b. καὶ πρὸς τὴν Πυθῶνά, φησιν, ἀφίει τὸν γλυκὺν ὀιστὸν, ὅ ἐστι τὸν ὕμνον, ἀπὸ τὴς Ὀλυμπίας μεταβάς. καὶ γὰρ Πύθια ἐνίκησεν ὁ Ἐφάρμοστος τὴν λ΄ Πυθιάδα. c. οὔτοι χαμαιπετέων: οὐ γὰρ δὴ εὐτελῶν οὐδὲ μικρῶν λόγων ἀπάρξῃ περὶ τῶν τοῦ ἀνδρὸς παλαισμάτων λέγων καὶ τῇ κιθάρᾳ ἐπὶ τούτοις χρώμενος. d. οὐ τοιούτων λόγων ἐφάψῃ κατὰ τοῦτον τὸν ὕμνον, οἳ ἂν πέσοιεν χαμαὶ, ἀλλὰ τοὐναντίον ἐνδόξων καὶ δυναμένων πανταχοῦ διικνεῖσθαι. e. χαμαιπετῆ δὲ κυρίως ἐστὶ δόρατα ἢ βέλη, ὅταν ἀποτυχόντα τοῦ σώματος χαμαὶ πέσῃ.