Ancient Greek
Scholia in Olympionicarum carmen IV., Line 18
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 18-3
Not analysed yet
a. Ψαύμιος γάρ: ἀντὶ τοῦ ἥκει γὰρ ἐπὶ τῶν ὀχέων ὁ Ψαύμιος ὕμνος· ὃν δέξαι, ὦ Ζεῦ. b. ἢ οὕτως· ὁ τοῦ Ψαύμιος ὕμνος . . . . ὃς ἐλαίᾳ στεφανωθεὶς παραγίνεται, τῇ πατρίδι δόξαν περιποιῶν τῇ Καμαρίνῃ· ἔστι δὲ πόλις καὶ λίμνη τῆς Σικελίας. c. Ψαύμιος γὰρ ἵκει: ἥκει γὰρ ἐπὶ τῶν ὀχέων τοῦ Ψαύμιδος· τίς; ὁ ὕμνος· ὃς ἐλαίᾳ στεφανωθεὶς παραγίνεται τῇ ἑαυτοῦ πατρίδι Καμανίνῃ στέφανον καὶ δόξαν φέρων.