Ancient Greek
Scholia in Olympionicarum carmen IV., Line 16
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 16-2
Not analysed yet
a. χρονιώτατον: τὸν ὕμνον, ὃς φωστὴρ ἀρετῆς ἐστι, δέξαι τὸν ἐπὶ χρόνον μένοντα. ἀθάνατος γάρ ἐστιν ὁ ὕμνος καὶ ἡ ἀρετή. b. φάος: τὸν ὕμνον, ὃς φωστὴρ ἀρετῆς ἐστι· σβέννυται γὰρ τὰ καλὰ ἔργα, μὴ ἔχοντα τὴν ποιητικὴν φωνὴν μάρτυρα.