Ancient Greek
Scholia in Olympionicarum carmen VIII., Line 19
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 19-5
Not analysed yet
a. ὔμμε δὲ κλάρωσεν: ὑμᾶς μέντοι, ὦ Τιμόσθενες, ἐκλήρωσε καὶ προσῳκείωσεν ἡ μοῖρα καὶ τὸ δαιμόνιον τῷ Διὶ τῷ γενεθλίῳ· γενεθλίῳ δὲ τῷ τῆς γεννήσεως αἰτίῳ. τοῦτο δὲ εἶπεν ἐπειδὴ νεώτεροι ἐνίκησαν. b. ἐκλάρωσεν: ὁ μοιρίδιος ὑμῶν πότμος καὶ ἡ τύχη ἀπεκλήρωσεν ὑμᾶς κατὰ τὴν γένεσιν τῷ Διὶ, σέ τε, ὦ Τιμόσθενες, καὶ τὸν ἀδελφὸν Ἀλκιμέδοντα.