Ancient Greek
Scholia in Olympionicarum carmen VIII., Line 21
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 21-4
Not analysed yet
a. ἐν Νεμέᾳ: ὅτι Νέμεα νενίκηκεν· Ἀλκιμέδων δὲ Ὀλύμπια· ἀμφότερα δὲ Διὶ ἀνάκεινται. b. ἐν Νεμέᾳ πρόφαντον: ἐπιφανῆ καὶ ἐπίσημον ἐποίησεν. c. ἀμφοτέρους δὲ τοὺς ἀγῶνας τούτους ἀνάπτει τῷ Διὶ, παρόσον καὶ ἡ Ὀλυμπία καὶ ἡ Νεμέα Διός. |καὶ ὁ Καλλίμαχός φησι (fr. 193)· Ζηνί τε καὶ Νεμέῃ τι χαρίσιον ἕδνον ὀφείλω. d. πρόφαντον· Ἀλκιμέδοντα δέ: σὲ μὲν ἐπιφανῆ καὶ ἔνδοξον ὁ Ζεὺς ἐν τῇ Νεμέᾳ πεποίηκε, τὸν δὲ Ἀλκιμέδοντα Ὀλυμπιονίκην ἐν τῷ Κρονίῳ λόφῳ.