Ancient Greek
Scholia in Olympionicarum carmen X., Line 28
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 28-5
Not analysed yet
a. ἐξαίρετον: προτρέπουσί με ἀεῖσαι τὸν ἀγῶνα τὸν ἐξαίρετον τῶν Ὀλυμπίων. b. δηλονότι δικαίως ᾄδεται. c. ἀγῶνα δ᾿ ἐξαίρετον ἀεῖσαι: ἐμὲ δὲ παρώρμησαν αἱ τοῦ Διὸς θέμιδες ὑμνῆσαι τοῦτον τὸν ἀγῶνα. d. θέμιδες δὲ Διὸς ὁ κατὰ θεσμὸν τῆς πενταετηρίδος πληρωθεὶς χρόνος. e. ἢ οὕτως· ἐμὲ προτρέπουσιν αἱ [Διὸς] θέμιδες ᾆσαι τὸν ἀγῶνα τὸν ἐξαίρετον τοῦ Διὸς τοῦ ἐν Ὀλυμπίᾳ. f. ἄλλως· τὸ ἑξῆς· ἀγῶνα θέμιτες [δὲ] Διὸς ὦρσαν, ἐπεὶ μετὰ δικαιοσύνης ἀγωνίζονται. g. ἀντὶ τοῦ θέμιδες. Δωρικὴ δὲ ἡ κλίσις. Ὅμηρος (Ο 87)· Θέμιστι δὲ καλλιπαρῄῳ.