Ancient Greek
Scholia in Olympionicarum carmen X., Line 29
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 29-4
Not analysed yet
a. ὃν ἀρχαίῳ σάματι: τὸ αὐτό ἐστι τό τε μνῆμα τὸ τοῦ Πέλοπος καὶ ὁ βωμός. οὐ γὰρ ἑτέρωθι μὲν ὁ Πέλοψ, ἑτέρωθι δὲ ὁ βωμός. b. ὃν ἀρχαίῳ σάματι πὰρ Πέλοπος βωμῷ: τὸ μνῆμα τοῦ Πέλοπος τὸ αὐτὸ τῷ βωμῷ. οὐ γὰρ ἑτέρωθι μὲν ὁ Πέλοψ, ἑτέρωθι δὲ ὁ βωμὸς, ἀλλ᾿ ἓν καὶ τὸ αὐτὸ χωρίον ἐστὶ σῆμα καὶ βωμός. c. ἑξάριθμον δὲ, ἐπεὶ τῶν ιβ΄ θεῶν ἓξ βωμοὺς κατεσκεύασεν. d. ὅντινα ἀγῶνα πλησίον τοῦ ἀρχαίου σήματος καὶ τάφου ἓξ βωμῶν ἀριθμὸν ἔχοντα [ἕκτον βωμὸν] ἱδρύσατο καὶ κατεστήσατο Ἡρακλῆς, ἡνίκα τοὺς τοῦ Ποσειδῶνος ἀνεῖλε παῖδας Κτέατον καὶ Εὔρυτον, ἵνα δυνηθῇ τῆς ὑπηρεσίας μισθὸν κομίσασθαι παρὰ τοῦ Αὐγέου πλεῖστον ὄντα, καὶ παρὰ ἄκοντος αὐτὸς ἑκών.