Ancient Greek
Scholia in Olympionicarum carmen III., Line 28
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 28.Part a
Not analysed yet
a. δᾶμον Ὑπερβορέων: ἀπὸ ἄλλης ἀρχῆς . . . ὑπόνοιαν ἔχῃ ὡς τοῖς ἄνω συνηρτημένον. πανταχοῦ δὲ οἱ Ὑπερβόρεοι ἱεροὶ Ἀπόλλωνος. ἐκλήθησαν δὲ Ὑπερβόρεοι ἀπὸ Ὑπερβορέου τινὸς Ἀθηναίου, ὥς φησι Φιλόδημος. Φιλοστέφανος δὲ (FHG III, 33) τὸν Ὑπερβόρεον Θεσσαλόν φησιν εἶναι. ἄλλοι ἀπὸ Ὑπερβορέου Πελασγοῦ τοῦ Φορωνέως καὶ Περιμήδας τῆς Αἰόλου. ὁ δὲ Φανόδημος τοὺς Ὑπερβορέους ἀπὸ τοῦ Τιτανικοῦ γένους φησὶν εἶναι. ὁ δὲ Ἑκαταῖος (FHG II, 387) ἄλλως ἱστορεῖ.