Ancient Greek
28.Part b to 28.Part c
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 28.Part b-Part c
Not analysed yet
b. δᾶμον Ὑπερβορέων: πείσας τὸν δῆμον τὸν τῶν Ὑπερβορέων δοῦναι τὸν κότινον· ὅστις δῆμος θεράπων ἦν τοῦ Ἀπόλλωνος καὶ θρησκευτὴς αὐτοῦ. c. δᾶμον Ὑπερβορέων πείσας: τοὺς Ὑπερβορέους τοῦ Τιτανικοῦ γένους Φερένικός φησιν εἶναι γράφων οὕτως· ἀμφί θ᾿ Ὑπερβορέων, οἵτ᾿ ἔσχατα ναιετάουσι νηῷ ὑπ᾿ Ἀπόλλωνος, ἀπείρητοι πολέμοιο. τοὺς μὲν ἄρα προτέρων ἐξ αἵματος ὑμνήσουσι Τιτήνων βλαστόντας ὑπὲρ δρόμον αἰθρήεντα νάσσασθαι Βορέαο γύην Ἀριμασπὸν ἄνακτα.