Ancient Greek
30.Part a to 30.Part b
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 30.Part a-Part b
Not analysed yet
a. ἔξοχ᾿ ἀνθρώπων: ἵνα βεβαιώσῃ τὸ ἐξόχως, ἐπάγει· ἔνθα γάρ τι πολύ ἐστι καὶ ῥοπὴν ἔχει μεγάλην, |ὡς καὶ ἐν Αἰγίνῃ τὸ τῆς φιλοξενίας, τοῦτο ὀρθῇ διανοίᾳ καὶ ἀσφαλεῖ κεκριμένως εἰπεῖν μὴ ἔξω τοῦ προσήκοντος, ἀλλ᾿ εὐκαίρως, δύσκολόν ἐστι καὶ δυσπαλές. b. ἔξοχ᾿ ἀνθρώπων: ὅπου γὰρ ἂν ᾖ πολὺ καὶ πολλαχοῦ ῥέπειν δυνάμενον, δυσχερές ἐστι κατὰ τρόπον προνοῆσαι. τοῦτο δέ φησιν, ὅτι φιλόξενοι ὄντες μετὰ κρίσεως παραδέχονται τοὺς ἀφικνουμένους.