Ancient Greek
Scholia in Olympionicarum carmen VIII., Line 30
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 30.Part c
Not analysed yet
c. ἄλλως· γνωμικόν ἐστι τὸ λεγόμενον, τείνει δὲ εἰς τὸν περὶ φιλοξενίας τῶν Αἰγινητῶν λόγον. σημαίνει δὲ τοῦτο· ἐὰν γὰρ ᾖ πολλὰ καὶ πολλαχῇ ῥέπειν δυνάμενον, περὶ τοῦ τοιούτου προνοῆσαι κατὰ τρόπον καὶ οἰκονομῆσαι καὶ κατορθῶσαι δυσχερὲς τοῖς πολλοῖς. οὔκ εἰσιν οὖν ἄξενοι οἱ Αἰγινῆται, οὐδὲ μὴν ἄνδρα ἀκρίτως παραδέχονται, ὡς ἡ Πηνελόπη (υ 132)· ἐκπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων χείρονα, τὸν δέ τ᾿ ἀρείον᾿ ἀτιμήσασ᾿ ἀποπέμπει.