Ancient Greek
Scholia in Olympionicarum carmen X., Line 4
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 4-5
Not analysed yet
a. ὦ Μοῖσ᾿, ἀλλὰ σὺ καὶ θυγάτηρ Ἀλάθεια Διός: σὺ τοίνυν, ὦ Μοῦσα, καὶ σὺ, τοῦ Διὸς θυγάτηρ Ἀλήθεια, ταῖς ἴσαις καὶ δικαίαις χερσὶν ἀποκωλύσατε καὶ ἀπείρξατε ἀπ᾿ ἐμοῦ τὴν ἐπίπληξιν καὶ τὴν ἐπιτίμησιν ἣν ἄν τις εἰς ἐμὲ ποιήσαιτο ὡς εἰς τὸν ξένον μου καὶ φίλον ἡμαρτηκότα, ὅτι ἐψευσάμην καὶ ἐβράδυνα πληρῶσαι τὸν ὕμνον. b. ἀλιτόξενον: διαμαρτάνουσαν εἰς τοὺς ξένους, ὅτι ξένου αὐτῷ ὄντος τοῦ Ἀρχεστράτου ψευσάμενος ἤλιτεν εἰς αὐτόν[, ὅ ἐστιν ἥμαρτεν].