Ancient Greek
Scholia in Olympionicarum carmen X., Line 6
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 6-3
Not analysed yet
a. Ἀλάθεια: τὴν Ἀλήθειαν Διός φησι θυγατέρα εἶναι, ἐπεὶ τούτῳ πρέπει τὸ ἀληθεύειν· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ᾿ ἀπατηλὸν οὐδ᾿ ἀτελεύτητον (Α 526). b. ὁ δὲ λόγος· ἀλλὰ σὺ, ὦ Μοῦσα, καὶ Ἀλήθεια τὴν τῶν ψευδῶν ἐπίπληξιν ἐρύκετε.