Ancient Greek
Scholia in Olympionicarum carmen VI., Line 44
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 44-2
Not analysed yet
a. ἐπεὶ δέξαντο: ἀντὶ τοῦ ἐπεδείξαντο τοὺς στεφάνους οὓς ἔλαβον πᾶσιν. b. ἐπειδὴ καὶ αὐταὶ αἱ ἡμίονοι στεφάνοις ἐβάλλοντο καὶ ἄνθεσιν. c. χρὴ τοίνυν πύλας: περὶ τῶν ἡμιόνων ὁ λόγος. αὗται γὰρ παρὰ τὰς ἄλλας τὰς ἀγωνιζομένας νικήσασαι προκέκληνται τὸν ὕμνον. d. γράφεται καὶ ἐπεδέξαντο, ἀντὶ τοῦ ἐπεδείξαντο τοὺς στεφάνους οὓς ἔλαβον. e. πύλας ὕμνων ἀναπιτνάμεν: ἐνέμεινε τῇ τροπῇ καί φησι· προσήκει τῶν ὕμνων τὰς πύλας ἀνοίγειν ταῖς ἡμιόνοις. f. ἄλλως· χρὴ τοίνυν πύλας: προσήκει καθάπερ πύλας, οὕτω τοὺς ὕμνους ἀναπετάσαι. εὖ δὲ τῇ παρασκευῇ παρίστησι τήν τε τοῦ ἐπαίνου μεγαλειότητα καὶ τὴν ἐν τῷ ἐπαινεῖν ἑαυτοῦ δύναμιν ὁ ποιητής.