Ancient Greek
Scholia in Olympionicarum carmen VI., Line 46
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 46.Part a
Not analysed yet
a. πρὸς Πιτάναν δέ: Πιτάναν νῦν τὴν ὁμώνυμον πόλιν λέγει τῇ ἡρωίδι, ἐπικειμένην ταῖς ὄχθαις τοῦ Εὐρώτα ποταμοῦ. προσέθηκε δὲ παρ᾿ Εὐρώτα πόρον, ἐπεὶ καὶ τῆς Αἰολίδος ἐστὶν ἡ Πιτάνη. αὕτη δὲ ἡ Πιτάνη ἡ τοῦ Εὐρώτα πρόγονός ἐστι τῶν Ἰαμιδῶν. ταύτης γὰρ καὶ Ποσειδῶνος Εὐάδνη, Εὐάδνης δὲ καὶ Ἀπόλλωνος Ἴαμος ὁ μάντις. τῆς Πιτάνης δὲ ὁμώνυμος ἡ πόλις. Εὐάδναι δὲ δισσαὶ, μία μὲν ἡ Ποσειδῶνος καὶ Πιτάνης, ἑτέρα δὲ Ἴφιδος, ἣν καὶ Ἰάνειραν λεγομένην φασὶν Εὐάδνην ὠνομάσθαι διὰ τὸ πλῆθος τῶν ἕδνων ὧν ἔδωκε Καπανεύς.