Ancient Greek
Scholia in Olympionicarum carmen X., Line 46
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 46-3
Not analysed yet
a. βαθὺν εἰς ὀχετόν: καθεζομένην εἰς τὸν βαθὺν ὀχετὸν τῆς ἄτης τῆς ἑαυτοῦ. b. ἄλλως· εἰς βάθος κακῶν. c. βαθὺν ἐς ὀχετὸν ἄτας: κατὰ περίφρασιν ἄτην. d. εἰς ῥεῦμα ἄτης ἐμπεσοῦσαν. |e. ἵζοισαν δὲ, ἐπικαθημένην. f. ἑὰν πόλιν: τὴν πόλιν φασὶ καλεῖσθαι Φύκτεον ἀπό τινος Φυκτέως, οὗ μέμνηται καὶ Ἡσίοδος (fr. 97) οὕτω· τὴν δ᾿ Ἀμαρυγκείδης Ἱππόστρατος, ὄζος Ἄρηος, Φυκτέος ἀγλαὸς υἱὸς, Ἐπειῶν ὄρχαμος ἀνδρῶν.