Ancient Greek
Scholia in Olympionicarum carmen X., Line 47
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 47-2
Not analysed yet
a. νεῖκος δὲ κρεισσόνων: τῶν κρεισσόνων τὸ νεῖκος οὐ ῥᾴδιόν ἐστιν ἀποθέσθαι· ἐπὶ γὰρ τοῖς κρείσσοσι κεῖται τὸ ὅταν θέλωσι πολεμεῖν. καὶ Ὅμηρος (Α 80)· κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηι. b. νεῖκος δὲ κρεσσόνων: παραφράζει τὸ Ὁμηρικόν (Α 80)· κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηι. c. ὅ ἐστι· τὸ τῶν κρεισσόνων νεῖκος οὐ ῥᾴδιον ἀποθέσθαι· ἐπὶ γὰρ τοῖς κρείττοσι κεῖται τὸ ὅτε θέλουσι πολεμεῖν. d. ἄλλως· ἀδύνατον γάρ ἐστι τῷ ἥττονι τὸ τῶν ὑπερεχόντων κράτος ἐκκλῖναι.